Psalms 101

1
LXX: Psa.100:1
Τῷ Δαυιδ ψαλμός. Ἔλεος καὶ κρίσιν ᾄσομαί σοι, κύριε·
2
LXX: Psa.100:2
ψαλῶ καὶ συνήσω ἐν ὁδῷ ἀμώμῳ· πότε ἥξεις πρός με; διεπορευόμην ἐν ἀκακίᾳ καρδίας μου. ἐν μέσῳ τοῦ οἴκου μου
3
LXX: Psa.100:3
οὐ προεθέμην πρὸ ὀφθαλμῶν μου πρᾶγμα παράνομον, ποιοῦντας παραβάσεις ἐμίσησα·
4
LXX: Psa.100:4
οὐκ ἐκολλήθη μοι καρδία σκαμβή, ἐκκλίνοντος ἀπ' ἐμοῦ τοῦ πονηροῦ οὐκ ἐγίνωσκον.
5
LXX: Psa.100:5
τὸν καταλαλοῦντα λάθρᾳ τοῦ πλησίον αὐτοῦ, τοῦτον ἐξεδίωκον· ὑπερηφάνῳ ὀφθαλμῷ καὶ ἀπλήστῳ καρδίᾳ, τούτῳ οὐ συνήσθιον.
6
LXX: Psa.100:6
οἱ ὀφθαλμοί μου ἐπὶ τοὺς πιστοὺς τῆς γῆς τοῦ συγκαθῆσθαι αὐτοὺς μετ' ἐμοῦ· πορευόμενος ἐν ὁδῷ ἀμώμῳ, οὗτός μοι ἐλειτούργει.
7
LXX: Psa.100:7
οὐ κατῴκει ἐν μέσῳ τῆς οἰκίας μου. ποιῶν ὑπερηφανίαν, λαλῶν ἄδικα οὐ κατεύθυνεν ἐναντίον τῶν ὀφθαλμῶν μου
8
LXX: Psa.100:8
εἰς τὰς πρωίας ἀπέκτεννον πάντας τοὺς ἁμαρτωλοὺς τῆς γῆς τοῦ ἐξολεθρεῦσαι ἐκ πόλεως κυρίου πάντας τοὺς εργαζομενους τὴν ἀνομίαν.
Copyright information for LXX